Ἅγιος Γρηγόριος ὁ Θεολόγος: Εἰς τὰ Θεοφάνια, εἴτουν Γενέθλια τοῦ Σωτῆρος. (Λόγος λη΄)
05 Ιουνίου 2024
Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ· καὶ, ἵν᾿ ἀμφότερα συνελὼν εἴπω, Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, διὰ τὸν ἐπουράνιον, εἶτα ἐπίγειον. Χριστὸς ἐν σαρκὶ, τρόμῳ καὶ χαρᾷ ἀγαλλιᾶσθε· τρόμῳ, διὰ τὴν ἁμαρτίαν·...

